Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
  2. αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
  3. Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν
  4. Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
  5. ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
  6. βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
  7. ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
  8. δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.
  9. λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας
  10. ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις