Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
  2. χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν
  3. ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
  4. ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
  5. νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
  6. πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
  7. πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
  8. ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
  9. ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
  10. τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·