Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
  2. τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
  3. ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
  4. αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.
  5. ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ
  6. ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
  7. χρυσείῃ φόρμιγγι· θεῶν δʼ ἕδος ἁγνὸς Ὄλυμπος·
  8. ἐν δʼ ἀγορή, περὶ δʼ ὄλβος ἀπείριτος ἐστεφάνωτο
  9. ἀθανάτων ἐν ἀγῶνι· θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς
  10. Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.