Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
  2. ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
  3. καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
  4. ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
  5. ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
  6. χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
  7. αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
  8. αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
  9. δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
  10. ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.