Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
  2. κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
  3. κλυζομένῳ ἴκελος· πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
  4. δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες
  5. νηχομένοις ἴκελοι· δοιὼ δʼ ἀναφυσιόωντες
  6. ἀργύρεοι δελφῖνες ἐθοινῶντʼ ἔλλοπας ἰχθῦς.
  7. τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκταῖς
  8. ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος· εἶχε δὲ χερσὶν
  9. ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
  10. ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,