Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
  2. ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
  3. Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
  4. Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
  5. Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
  6. Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
  7. ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
  8. Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
  9. ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν
  10. Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα