Shield of Heracles

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
  2. ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα
  3. Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
  4. ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
  5. εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε
  6. τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
  7. τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων
  8. τοῖον ἄηθʼ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
  9. ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
  10. ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·