Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε
  2. ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.
  3. Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν
  4. οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.
  5. πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·
  6. ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
  7. Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.
  8. Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
  9. εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
  10. βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
  11. νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.
  12. τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
  13. εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,
  14. πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·
  15. ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
  16. ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.
  17. παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
  18. ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
  19. βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
  20. νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον