Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.
  2. τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ
  3. μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην
  4. ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.
  5. αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ,
  6. αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
  7. ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
  8. ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
  9. τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα
  10. εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
  11. ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.