Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·
  2. τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
  3. Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι
  4. σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.
  5. ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,
  6. ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,
  7. οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.
  8. οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι
  9. ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων
  10. σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·
  11. ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν
  12. ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.
  13. μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
  14. ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
  15. εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
  16. γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
  17. ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς
  18. μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  19. καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
  20. πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ