Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·
- μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
- ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
- φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
- ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.
- φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
- λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.
- Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
- πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην
- ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.
- αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
- εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
- Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·
- τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·
- ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς
- ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·
- ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,
- ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·
- ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·
- τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης