Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
  2. χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
  3. ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,
  4. τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
  5. μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
  6. αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
  7. μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
  8. πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.
  9. μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
  10. μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
  11. μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
  12. ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
  13. μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,
  14. παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,
  15. μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
  16. μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
  17. ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ
  18. ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας
  19. μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
  20. μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων