Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
- γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
- φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
- εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.
- μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
- ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.
- μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
- χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·
- οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.
- μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·
- αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·
- μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
- μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·
- ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
- ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
- μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
- ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.
- μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
- σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.
- μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ