Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
- παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.
- τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,
- πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.
- οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον
- τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
- δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
- εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
- εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
- μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·
- εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
- μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ
- ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
- δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις
- ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν,
- δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
- ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
- μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι,
- μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.
- μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ