Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·
  2. ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη
  3. ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ
  4. ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·
  5. εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
  6. αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·
  7. ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ
  8. ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·
  9. χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
  10. δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα
  11. φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
  12. μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·
  13. ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.
  14. δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
  15. δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
  16. ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
  17. μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.
  18. ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
  19. μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων
  20. μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·