Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,
  2. ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
  3. τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·
  4. ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
  5. Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
  6. ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
  7. ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
  8. ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα
  9. καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,
  10. εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
  11. ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
  12. ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
  13. τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·
  14. εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
  15. ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,
  16. σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
  17. μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
  18. καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
  19. ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
  20. πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.