Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
  2. Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
  3. ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
  4. αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις
  5. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
  6. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·