Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν
- καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
- παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
- ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
- καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
- καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·