Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
  2. ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε
  3. Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
  4. πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.
  5. ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης
  6. ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος