Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
- παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
- ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
- καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
- καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·
- ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
- Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
- ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
- αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις
- παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
- ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·