Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ
- ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε
- Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
- πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.
- ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης
- ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος
- τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν
- θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα
- Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες
- δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.
- αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,