Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
  2. ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
  3. τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς·
  4. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  5. χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
  6. σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
  7. τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
  8. τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
  9. ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
  10. Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
  11. γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν