Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
- σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
- τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
- τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
- ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
- Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα