Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,
  2. χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
  3. μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ
  4. πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
  5. θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
  6. δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·
  7. καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
  8. μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.
  9. χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
  10. βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
  11. δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
  12. εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
  13. οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,
  14. ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
  15. δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,
  16. πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι
  17. δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
  18. Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος
  19. δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι
  20. ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.