Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
- εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος
- φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
- δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
- καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
- γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
- νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
- πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
- χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
- ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
- εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
- πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
- αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·
- καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον
- ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,
- ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,
- πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·
- ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,
- Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·
- οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,