Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
- ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
- ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου
- ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
- ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
- δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν
- πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
- τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,
- μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
- εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
- αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη
- εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,
- μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,
- καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
- πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,
- ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
- ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
- κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,
- τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
- δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν