Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.
  2. τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη
  3. ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
  4. ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
  5. ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις
  6. γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
  7. εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
  8. χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ
  9. Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
  10. πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
  11. τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
  12. ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
  13. τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.
  14. ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
  15. Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·
  16. ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
  17. φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον
  18. ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.
  19. τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
  20. ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.