Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
- ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
- ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
- ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
- ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου
- ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
- ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
- δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν
- πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
- τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,
- μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες