Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
  2. αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη
  3. εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,
  4. μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,
  5. καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
  6. πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,
  7. ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
  8. ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
  9. κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,
  10. τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
  11. δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν