Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ
- Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
- πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
- τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
- ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
- τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.
- ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
- Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·
- ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
- φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον
- ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.