Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
  2. μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
  3. χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.
  4. ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,
  5. χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.
  6. τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη
  7. ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
  8. ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
  9. ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις
  10. γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
  11. εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο