Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·
  2. τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
  3. μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
  4. ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
  5. ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
  6. πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,
  7. δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ
  8. ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν
  9. πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·
  10. ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος
  11. ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος
  12. ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·
  13. ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,
  14. ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
  15. ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι
  16. πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
  17. τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
  18. μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
  19. χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.
  20. ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,