Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
  2. καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
  3. ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει
  4. οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
  5. εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ
  6. χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
  7. ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει
  8. ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
  9. οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
  10. ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
  11. στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
  12. καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
  13. λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
  14. φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
  15. ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
  16. καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,
  17. οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,
  18. τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
  19. καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
  20. χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·