Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
  2. χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
  3. ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
  4. ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
  5. δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
  6. οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
  7. μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,
  8. τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν
  9. πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
  10. ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
  11. ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·
  12. πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας
  13. οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
  14. ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
  15. θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,
  16. τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
  17. ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
  18. καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·
  19. καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,
  20. οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν