Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
- ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
- θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,
- τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν
- ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
- καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·
- καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,
- οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
- ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.
- καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
- ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει