Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·
- εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ
- χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
- ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει
- ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
- οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·
- ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε
- στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
- καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
- λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
- φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,