Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
- ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
- ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
- δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·
- οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
- μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,
- τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν
- πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
- ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
- ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·
- πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας