Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
  2. οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.
  3. κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
  4. ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,
  5. ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
  6. αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
  7. ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
  8. ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
  9. ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
  10. τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
  11. κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο