Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,
- μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·
- οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
- ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι
- μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.
- πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
- ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
- ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
- μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
- σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
- πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,