Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους
  2. αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
  3. εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
  4. ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
  5. ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
  6. οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.
  7. ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
  8. ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
  9. εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·
  10. ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
  11. τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,