Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
- ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης
- χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
- ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
- δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
- σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη
- θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
- ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
- εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
- ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα
- γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.