Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,
- νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,
- τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
- εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,
- δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
- αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,
- πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
- ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.
- νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·
- νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
- εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,