Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ
  2. θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων
  3. σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
  4. κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.
  5. φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς
  6. ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·
  7. ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
  8. δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·
  9. δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
  10. ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
  11. ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.