Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
  2. εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.
  3. δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
  4. δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω
  5. ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
  6. ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
  7. οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
  8. ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
  9. τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
  10. ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
  11. ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,