Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
  2. οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
  3. ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
  4. τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
  5. ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
  6. ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,
  7. μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ
  8. θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων
  9. σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
  10. κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.
  11. φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς
  12. ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·
  13. ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην
  14. δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·
  15. δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
  16. ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
  17. ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.
  18. φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,
  19. νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,
  20. τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.