Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
  2. ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·
  3. τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
  4. ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·
  5. τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
  6. ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
  7. ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
  8. εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
  9. τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
  10. πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,
  11. ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,
  12. πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
  13. εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
  14. γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
  15. δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
  16. αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·
  17. εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.
  18. δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
  19. δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω
  20. ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,