Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,
- δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
- αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,
- πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
- ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.
- νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·
- νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
- εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,
- ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
- ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης
- χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
- ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
- δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
- σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη
- θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
- ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
- εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
- ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα
- γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
- εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους