Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
- ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
- ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·
- εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
- τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
- πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,
- ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,
- πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
- εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
- γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
- δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,