Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,
- μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων
- ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.
- δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,
- χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·
- ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα
- φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.
- οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,
- κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,
- χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,
- μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,
- ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
- μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·
- οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
- οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·
- αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
- ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
- καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
- Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
- πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ