Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.
- ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,
- ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
- ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
- τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
- κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται
- ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος
- ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.
- ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ
- ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
- δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.